Sunteți pe pagina 1din 6

Despre deasa Împă rtă șanie

Ὥστε ὃ ς ἂ ν ἐσθίῃ τὸ ν ἄ ρτον ἢ πίνῃ τὸ ποτή ριον


τοῦ κυρίου ἀ ναξίως, ἔνοχος ἔσται τοῦ σώ ματος καὶ τοῦ
αἵματος τοῦ κυρίου.

Τί γάρ; ἀλλὰ μὴ ὀργισθήτω μηδείς· οὐ γὰρ Ce aş adar? Să nu se supere nimeni, că ci nu


ὀνομαστὶ ἐρῶ· εἴ τις παραγενόμενος εἰς τὴν voi da nume. Dacă intrînd cineva în această
ἐκκλησίαν, ὑμᾶς τοὺς νῦν ὄντας ἐνθάδε biserică , v-ar face să apă reţi toţi înaintea lui
παραστήσας, τοὺς μεθ’ ἡμῶν ὄντας, ἐξέτασιν pentru a vă examina pe fiecare, mai bine zis
ἐποιεῖτο· μᾶλλον δὲ οὐ νῦν, ἀλλ’ εἴ τις κατὰ τὴν nu acum, ci chiar în ziua. de Paşti dacă ar
ἡμέραν τοῦ πάσχα πάντας τοὺς προσιόντας καὶ cerceta cineva cu deamă nuntul pe toţi cei ce
λουομένους, μετὰ τὸ προσελθεῖν τοῖς μυστηρίοις vin şi se spală , după ce s-au apropiat de taine;
ἐξήτασε σὺν ἀκριβείᾳ, πνεῦμα τοιοῦτον λαβὼν, â vînd un astfel de duh încît să ş tie toate cele
ὥστε εἰδέναι τὰ πεπραγμένα αὐτοῖς μετὰ fă cute cu preciziune, ar afla multe pă cate
ἀκριβείας, πολλὰ ἂν εὑρέθη βαρύτερα τῶν mai grele ca ale iudeilor. Ar afla vră jitori ce se
Ἰουδαϊκῶν κακῶν. Καὶ γὰρ οἰωνιζομένους, καὶ folosesc de farmece, de blesteme, de traficuri
φαρμακείαις καὶ κλῃδονισμοῖς καὶ ἐπῳδαῖς ruşinoase, curvari, preacurvari, bîrfitori... Ş i ca
κεχρημένους, καὶ πεπορνευκότας, καὶ să aflaţi de cîtă pedeapsă se fac ră spunză tori
μοιχεύσαντας, καὶ μεθύσους, καὶ λοιδόρους cei stă pîniţi de aceste pă cate, cugetaţi: Ia" cei
εὗρεν ἄν. Πλεονέκτας δὲ οὐ βούλομαι λέγειν, μὴ vechi; un ostaş a furat lucruri consacrate ş i
καί τινων ἅψωμαι τῶν ἐνθάδε ἑστώτων. Τί δὲ, εἴ toţi au pierit. Cunoaş teţi istoria. zic de Harmi
τις τοὺς ἐν τῇ οἰκουμένῃ προσιόντας ἅπαντας care a furat un lucru consacrat (IosUav cap;;
ἠρεύνησε, ποῖον οὐκ ἂν εὗρε πλημμέλημα; τί δὲ 7) rUAturn însă sînt pline toate de rele
τοὺς ἄρχοντας; οὐχὶ χρημάτων ἐφιεμένους, οὐχὶ ş i;nimenea nu se;
ἀρχὰς ὠνουμένους, οὐχὶ φθονεροὺς, οὐχὶ
βασκάνους, οὐχὶ κενοδόξους, οὐχὶ λαιμάργους,
καὶ χρημάτωνδούλους; Τοσαύτης οὖν ἀσεβείας
γινομένης, τί οὐχὶ προσδοκῆσαι χρὴ δεινόν; Καὶ
ἵνα μάθητε ὅσῃ τιμωρίᾳ ὑπεύθυνοί εἰσιν οἱ
τούτοις ἁλισκόμενοι τοῖς ἁμαρτήμασιν, ἐννοεῖτε
τὰ παλαιά· εἷς ἔκλεψεν ἱερὰ χρήματα στρατιώτης
ἄνθρωπος, καὶ πάντες ἀπώλοντο. Ἆρα ἴστε τὴν
ἱστορίαν; Περὶ τοῦ Χαρμὶ λέγω τοῦ τὸ ἀνάθημα
κλέψαντος. Καὶ τότε μὲν ὁ προφήτης ἔλεγεν, ὅτι
Ἐνεπλήσθη ἡ χώρα αὐτῶν κλῃδονισμῶν, ὡς ἡ
τῶν ἀλλοφύλων. Νῦν δὲ μυρία γέμει πανταχοῦ
κακὰ, καὶ οὐδεὶς δέδοικε. Φοβηθῶμεν λοιπόν·
οἶδεν ὁ Θεὸς καὶ δικαίους μετὰ ἀσεβῶν
τιμωρεῖσθαι, οἷον γέγονεν ἐπὶ τοῦ Δανιὴλ, ἐπὶ
τῶν τριῶν παίδων, οἷον ἐπὶ μυρίων ἑτέρων, οἷον
ἐπὶ τῶν πολέμων τῶν ἔτι καὶ νῦν συμβαινόντων.
Οὗτοι μὲν γὰρ καὶ αὐτὸ ὅσον ἔχουσιν
ἁμαρτημάτων βάρος, διὰ τούτου ἀποτίθενται,
ἐκεῖνοι δὲ οὔ. Διὰ ταῦτα πάντα προσέχωμεν
ἑαυτοῖς.

JOANNES CHRYSOSTOMUS, Eclogae i-xlviii ex diversis homiliis, [Sp.] {2062.338}


Encom., Homilet.J.-P. Migne, Patrologiae cursus completus (series Graeca) (MPG) 63,
Paris: Migne, 1857-1866: 567-902.

PG 63, 629-630, Περὶ ψυχῆς

οὐ γὰρ οὕτω τὸ ἁμαρτάνειν χαλεπὸν, ὡς


ἡ μετὰ τὴν ἁμαρτίαν ἀναισχυντία. Πολλοὶ τῶν μυ-
στηρίων ἅπαξ μεταλαμβάνουσι τοῦ ἐνιαυτοῦ, ἕτεροι
δὲ δὶς, ἄλλοι δὲ πολλάκις. Τίνας οὖν τούτων ἀποδε-
ξόμεθα, τοὺς ἅπαξ, ἢ τοὺς πολλάκις, ἢ τοὺς ὀλιγάκις; (30)
Οὔτε τοὺς ἅπαξ, οὔτε τοὺς πολλάκις, οὔτε τοὺς ὀλιγά

Οὔτε τοὺς ἅπαξ, οὔτε τοὺς πολλάκις, οὔτε τοὺς ὀλιγά-


κις, ἀλλὰ τοὺς μετὰ καθαροῦ συνειδότος, τοὺς μετὰ
καθαρᾶς καρδίας, τοὺς μετὰ βίου ἀνεπιλήπτου. Οἱ
τοιοῦτοι ἀεὶ προσιέτωσαν· οἱ δὲ μὴ τοιοῦτοι, μηδὲ
ἅπαξ· κρῖμα γὰρ ἑαυτοῖς λαμβάνουσι καὶ κατάκριμα. (35)
Ὥσπερ γὰρ ἡ τροφὴ φύσει οὖσα θρεπτικὴ, ἐὰν εἰς
κακόσιτον ἐμπέσῃ, πάντα ἀπόλλυσι καὶ διαφθείρει,
καὶ γίνεται νόσου ἀφορμὴ, οὕτω δὴ καὶ τὰ τῶν φρι-
κτῶν μυστηρίων. Τραπέζης ἀπολαύεις πνευματικῆς,
τραπέζης βασιλικῆς, καὶ πάλιν φύρεις βορβόρῳ τὸ σῶ- (40)
μα; μύρῳ χρίεις, καὶ πάλιν δυσωδίας πληροῖς; Μετὰ
ἐνιαυτὸν τῆς μεταλήψεως μετέχων οἴει ἀρκεῖν σοι
πρὸς καθαρισμὸν τῶν ἁμαρτημάτων τοῦ παντὸς χρό-
νου, καὶ πάλιν ἑβδομάδος παρελθούσης ἐκδίδως σαυ-
τὸν τοῖς προτέροις; Εἰπὲ δή μοι· ἐὰν ὑγιάνας εἰς τεσ- (45)
σαράκοντα ἡμέρας ἀπὸ νόσου μακρᾶς, πάλιν σαυτὸν
ἐκδῷς τοῖς νοσοποιοῖς ἐκείνοις, οὐχὶ καὶ τὸν πρότερον
κόπον ἀπώλεσας; Εἰ τοίνυν τὰ φυσικὰ μεθίσταται,
πολλῷ μᾶλλον τὰ τῆς προαιρέσεως. Κἂν μὲν ὄζῃ τὸ
στόμα, οὐδὲ τῶν κοινῶν μετέχεις σιτίων· τοσαύτης (50)
δὲ δυσωδίας οὔσης ἐν τῇ ψυχῇ, μυστηρίων τολμᾷς

δὲ δυσωδίας οὔσης ἐν τῇ ψυχῇ, μυστηρίων τολμᾷς


κοινωνεῖν, εἰπέ μοι; καὶ ποίας τεύξῃ συγγνώμης;
φησὶ γὰρ ὁ θεῖος Ἀπόστολος· Ὁ ἐσθίων καὶ πίνων τὸ
ποτήριον τοῦ Κυρίου ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει
καὶ πίνει· τουτέστι, τὴν αὐτὴν δώσει δίκην, ὅσην (55)
ὑποστήσονται τιμωρίαν οἱ σταυρώσαντες τὸν Χριστόν.
Καθάπερ καὶ ἐκεῖνοι οἱ σφαγεῖς ἔνοχοι ἐγένοντο τοῦ
αἵματος· οὕτω καὶ οὗτοι οἱ ἀναξίως κοινωνοῦντες
τῶν μυστηρίων. Ὥσπερ γὰρ ἄν τε διαῤῥήξῃ τις τὴν
πορφυρίδα τὴν βασιλικὴν, ἄν τε μολύνῃ βορβόρῳ, (60)
παραπλησίως εἰς τὸν ἐνδύντα αὐτὴν ἐνύβρισε βασι- @1
(630) λέα· οὕτω δὴ καὶ ἐνταῦθα, οἵ τε ἀνελόντες τὸ σῶμα
τὸ Δεσποτικὸν, οἵ τε ἀκαθάρτῳ δεχόμενοι τῇ διανοίᾳ,
ὁμοίως ἐμπαροινοῦσι τῷ ἐνδύματι τῷ βασιλικῷ.
Διέῤῥηξαν μὲν οὖν αὐτὸ οἱ Ἰουδαῖοι τῷ σταυρῷ, μο-
λύνει δὲ καὶ ὁ ἀκαθάρτῳ δεχόμενος αὐτὸ τῇ ψυχῇ. (5)
Ὥστε εἰ καὶ διάφορα τὰ τῆς παρανομίας, ἀλλὰ τὰ
τῆς ὕβρεως ἴσα. Τοῦτο πολλῶν καθήψατο, τοῦτο πολ-
λοὺς ἐθορύβησεν, ἔδακε τὸ συνειδὸς τῶν ἀκουόντων,
μᾶλλον δὲ οὐχὶ τῶν ἀκουόντων μόνον, ἀλλὰ καὶ ἐμοῦ
τοῦ λέγοντος, πρὸ ὑμῶν. Κοινὴ γὰρ ἡ διδασκαλία,

Omilia a 2 a depsre tradarea lui Iuda, JOANNES CHRYSOSTOMUS, De proditione


Judae (homiliae 1-2), Homilet.J.-P. Migne, Patrologiae cursus completus (series Graeca)
(MPG) 49, Paris: Migne, 1857-1866: 373-392.

(381) Εἰς τὸ θεῖον καὶ μυστικὸν δεῖπνον τοῦ Σωτῆρος, καὶ περὶ τῆς τοῦ Ἰούδα προδοσίας,
καὶ εἰς τὸ Πάσχα, καὶ εἰς τὴν παράδοσιν τῶν θείων μυστηρίων, καὶ περὶ τοῦ μὴ
μνησικακεῖν.
Λεχθεὶς τῇ ἁγίᾳ καὶ μεγάλῃ Πεντάδι.
Ὁμιλία βʹ.

PG 49, 389D-390C
ϛʹ. Ἀλλὰ καιρὸς λοιπὸν τῇ φρικτῇ ταύτῃ καὶ φοβερᾷ (50)
τραπέζῃ προσιέναι. Πάντες τοίνυν μετὰ καθαροῦ
συνειδότος προσέλθωμεν· μηδεὶς ἔστω Ἰούδας ἐνταῦθα
δολιευόμενος τοὺς πλησίον αὐτοῦ, μηδεὶς πονηρὸς,
μηδεὶς ἰὸν ἔχων ἐγκεκρυμμένον ἐν τῇ καρδίᾳ αὐτοῦ.
Πάρεστι καὶ νῦν ὁ Χριστὸς τὴν τράπεζαν κοσμῶν· οὐ (55)
γὰρ ἄνθρωπός ἐστιν ὁ ποιῶν τὰ προκείμενα γενέσθαι
σῶμα καὶ αἷμα τοῦ Χριστοῦ. Σχῆμα πληρῶν μόνον
ἕστηκεν ὁ ἱερεὺς, καὶ δέησιν προσφέρει· ἡ δὲ χάρις
καὶ ἡ δύναμίς ἐστιν ἡ τοῦ Θεοῦ ἡ πάντα ἐργαζομένη.
Τοῦτό μου ἐστὶ τὸ σῶμα, φησί. Τοῦτο τὸ ῥῆμα τὰ (60)
προκείμενα μεταῤῥυθμίζει. Καὶ καθάπερ ἐκείνη ἡ
φωνὴ, ἡ λέγουσα, Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ
πληρώσατε τὴν γῆν, ῥῆμα ἦν, καὶ ἐγένετο ἔργον,
ἐνδυναμοῦσα τὴν ἀνθρωπίνην φύσιν πρὸς παιδοποιίαν· @1
(390) οὕτω καὶ αὕτη ἡ φωνὴ, ἡ λέγουσα, διαπαντὸς αὔξει

(390) οὕτω καὶ αὕτη ἡ φωνὴ, ἡ λέγουσα, διαπαντὸς αὔξει


τῇ χάριτι τοὺς ἀξίως μετέχοντας. Μηδεὶς τοίνυν ὕπου-
λος ἔστω, μηδεὶς πονηρὸς, μηδεὶς ἅρπαξ, μηδεὶς
λοίδορος, μηδεὶς μισάδελφος, μηδεὶς φιλάργυρος, μη-
δεὶς μέθυσος, μηδεὶς πλεονέκτης, μηδεὶς ἀρσενοκοί- (5)
της, μηδεὶς φθονερὸς, μηδεὶς πορνείᾳ δουλευέτω,
μηδεὶς κλέπτης, μηδεὶς ἐπίβουλος, ἵνα μὴ κρῖμα
ἑαυτῷ λήψηται. Καὶ γὰρ τότε ὁ Ἰούδας ἀναξίως μετ-
έσχε τοῦ μυστικοῦ δείπνου, καὶ ἐξελθὼν παρέδωκε
τὸν Κύριον, ἵνα μάθῃς, ὅτι τοῖς ἀναξίως μετέχουσι (10)
τῶν μυστηρίων, τούτοις μάλιστα συνεχῶς ἐπιπηδᾷ ὁ
διάβολος, καὶ εἰς μείζω τιμωρίαν ἑαυτοὺς ἐμβάλ-
λουσι. Ταῦτα λέγω οὐχ ἵνα φοβήσω μόνον, ἀλλ’ ἵνα
καὶ ἀσφαλεστέρους ποιήσω. Καθάπερ γὰρ σωμα-
τικὴ τροφὴ, ὅταν εἰς γαστέρα χυμοὺς ἔχουσαν πονη- (15)
ροὺς ἐμπέσῃ, πλεῖον ἐπιτείνει τὴν νόσον· οὕτω καὶ ἡ
πνευματικὴ τροφὴ, ὅταν ἀναξίως μετέχηται, πλέον
κρῖμα ἑαυτῷ σωρεύει. Μηδεὶς τοίνυν πονηροὺς ἔνδον
ἐχέτω λογισμοὺς, παρακαλῶ, ἀλλ’ ἐκκαθάρωμεν
ἡμῖν τὴν καρδίαν· καὶ γὰρ ναοὶ Θεοῦ ἐσμεν, ἐὰν (20)
καθαρεύωμεν. Ἁγνὴν ἡμῶν ποιήσωμεν τὴν ψυχήν·

JOANNES CHRYSOSTOMUS Scr. Eccl. {2062}A.D. 4-5Patriarcha


(Constantinopoleos)Antiochenus, Constantinopolitanus In epistulam i ad Corinthios
(homiliae 1-44) {2062.156} Exeget., Homilet., Hypoth.J.-P. Migne, Patrologiae cursus
completus (series Graeca) (MPG) 61, Paris: Migne, 1857-1866: 9-382.

PG 61, 231A
Οὐκ ἤκουσας πῶς (20)
καὶ οἱ τρισχίλιοι οἱ τῆς κοινωνίας ἀπολαύοντες δια-
παντὸς ἦσαν προσκαρτεροῦντες τῇ προσευχῇ καὶ τῇ
διδασκαλίᾳ, οὐ μέθαις καὶ κώμοις; Σὺ δὲ πρὶν ἢ μὲν
μεταλαβεῖν νηστεύεις, ἵνα ὁπωσδήποτε ἄξιος φανῇς
τῆς κοινωνίας· ὅταν δὲ μεταλάβῃς, δέον σε ἐπιτεῖναι (25)
τὴν σωφροσύνην, πάντα ἀπολλύεις. Καίτοι γε οὐκ
ἔστιν ἴσον πρὸ τούτου νήφειν, καὶ μετὰ ταῦτα· δεῖ
μὲν γὰρ ἐν ἑκατέρῳ σωφρονεῖν, μάλιστα δὲ μετὰ τὸ
δέξασθαι τὸν νυμφίον· πρὸ τούτου μὲν, ἵνα ἄξιος
γένῃ τοῦ λαβεῖν, μετὰ δὲ ταῦτα, ἵνα μὴ ἀνάξιος (30)
φανῇς ὧν ἔλαβες. Τί οὖν, νηστεύειν δεῖ μετὰ τὸ λα-
βεῖν; Οὐ λέγω τοῦτο, οὐδὲ καταναγκάζω. Καλὸν μὲν

βεῖν; Οὐ λέγω τοῦτο, οὐδὲ καταναγκάζω. Καλὸν μὲν


γὰρ καὶ τοῦτο· πλὴν οὐ βιάζομαι τοῦτο, ἀλλὰ παρ-
αινῶ μὴ τρυφᾷν εἰς ἀπληστίαν. Εἰ γὰρ οὐδέποτε χρὴ
τρυφᾷν, καὶ τοῦτο ὁ Παῦλος ἐδήλωσεν εἰπὼν, ὅτι Ἡ (35)
δὲ σπαταλῶσα ζῶσα τέθνηκε, πολλῷ μᾶλλον τότε
τεθνήξεται. Εἰ δὲ γυναικὶ ἡ τρυφὴ θάνατος, πολλῷ
μᾶλλον ἀνδρί· καὶ εἰ ἐν ἄλλῳ καιρῷ τοῦτο γινόμε-
νον ἀπόλλυσι, πολλῷ μᾶλλον μετὰ τὴν τῶν μυστη-
ρίων κοινωνίαν. Σὺ δὲ ἄρτον ζωῆς λαβὼν, πρᾶγμα (40)
θανάτου ποιεῖς, καὶ οὐ φρίττεις; οὐκ οἶσθα ὅσα ἀπὸ
τρυφῆς ἐπεισέρχεται κακά; γέλως ἄκαιρος, ῥήματα
ἄτακτα, εὐτραπελία ὀλέθρου γέμουσα, φλυαρία ἀν-
όνητος, τὰ ἄλλα ἃ μηδὲ εἰπεῖν καλόν. Καὶ ταῦτα
ποιεῖς τραπέζης ἀπολαύσας Χριστοῦ, κατὰ τὴν ἡμέ- (45)
ραν ἐκείνην, καθ’ ἣν ἅψασθαι διὰ γλώττης τῶν σαρ-
κῶν αὐτοῦ κατηξιώθης. Πᾶς οὖν, ἵνα ταῦτα μὴ γί-
νηται, καθάγνιζέ σου τὴν δεξιὰν, τὴν γλῶτταν, τὰ
χείλη, ἅπερ ἐγένετο πρόθυρα τῇ ἐπιβάσει τοῦ Χρι-
στοῦ· καὶ τράπεζαν παραθεὶς αἰσθητὴν, πρὸς ἐκεί- @1 (50)
(232) νην τὴν τράπεζαν τὸν νοῦν ἀνάτεινον, πρὸς τὸ δεῖ-
πνον τὸ Κυριακὸν, πρὸς τὴν ἀγρυπνίαν τῶν μαθητῶν

πνον τὸ Κυριακὸν, πρὸς τὴν ἀγρυπνίαν τῶν μαθητῶν


τὴν κατὰ τὴν νύκτα ἐκείνην τὴν ἱεράν· μᾶλλον
δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε, καὶ τὰ παρόντα νύξ.
Γρηγορῶμεν τοίνυν μετὰ τοῦ Δεσπότου, κατανυγῶ- (5)
μεν μετὰ τῶν μαθητῶν. Εὐχῶν ὁ καιρὸς, οὐ μέθης,
ἀεὶ μὲν, μάλιστα δὲ ἐν ἑορτῇ. Ἑορτὴ γὰρ διὰ τοῦτο
γίνεται, οὐχ ἵνα ἀσχημονῶμεν, οὐχ ἵνα ἁμαρτήματα
συνάγωμεν, ἀλλ’ ἵνα καὶ τὰ ὄντα ἀνέλωμεν. Καὶ οἶδα
μὲν ὅτι εἰκῆ ταῦτα λέγω, ἀλλ’ οὐ παύσομαι λέγων. (10)
Κἂν γὰρ μὴ πάντες ὑπακούσητε, ἀλλ’ οὐδὲ πάντες
παρακούσεσθε, μᾶλλον δὲ, κἂν πάντες παρακούσητε,
ἐμοὶ μὲν μείζων ὁ μισθὸς, ὑμῖν δὲ πλέον τὸ κρῖμα.
Ἵν’ οὖν μὴ γένηται πλέον, διὰ τοῦτο οὐ παύσομαι
λέγων· ἴσως γὰρ, ἴσως τῇ συνεχείᾳ καθάψομαι. Διὸ (15)
παρακαλῶ, ἵνα μὴ εἰς κρῖμα τοῦτο ποιῶμεν, θρέψω-
μεν τὸν Χριστὸν, ποτίσωμεν, ἐνδύσωμεν· ταῦτα τῆς
τραπέζης ἐκείνης ἄξια. Ἤκουσας ὕμνων ἱερῶν;
εἶδες γάμον πνευματικόν; ἀπέλαυσας τραπέζης βα-
σιλικῆς; ἐνεπλήσθης Πνεύματος ἁγίου; συνεχόρευ- (20)
σας τοῖς Σεραφὶμ, κοινωνὸς ἐγένου τῶν ἄνω δυνά-
μεων; Μὴ ῥίψῃς χαρὰν τοσαύτην, μὴ ἐκχέῃς τὸν

μεων; Μὴ ῥίψῃς χαρὰν τοσαύτην, μὴ ἐκχέῃς τὸν


θησαυρὸν, μὴ ἐπεισαγάγῃς μέθην τὴν τῆς ἀθυμίας
μητέρα, τὴν τοῦ διαβόλου χαρὰν, τὴν μυρία τίκτου-
σαν κακά.
προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ

Omilia a 17 a la Ep 2 Corinteni

S-ar putea să vă placă și